Acts 13
aligned by seat — same row, same verse, whatever each bible numbers it
| v | SBLGNT2010 |
|---|---|
| 1 | Ἦσαν ⸀δὲ ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος. |
| 2 | λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶ νηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς. |
| 3 | τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν. |
| 4 | ⸀Αὐτοὶ μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος⸃ κατῆλθον ⸀εἰς Σελεύκειαν, ἐκεῖθέν ⸀τε ἀπέπλευσαν ⸁εἰς Κύπρον, |
| 5 | καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην. |
| 6 | διελθόντες δὲ ⸀ὅλην τὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρα τινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ, |
| 7 | ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ· |
| 8 | ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως. |
| 9 | Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίου ἀτενίσας εἰς αὐτὸν |
| 10 | εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺς κυρίου τὰς εὐθείας; |
| 11 | καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ ⸀ἔπεσεν ἐπ’ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς. |
| 12 | τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου. |
| 13 | Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶ Παῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπ’ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα. |
| 14 | αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν⸃, καὶ ⸀εἰσελθόντες εἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν. |
| 15 | μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίς ἐστιν ⸂ἐν ὑμῖν λόγος⸃ παρακλήσεως πρὸς τὸν λαόν, λέγετε. |
| 16 | ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε. |
| 17 | ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλ ἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου, καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς, |
| 18 | καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ, |
| 19 | ⸀καὶ καθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεν τὴν γῆν αὐτῶν |
| 20 | ⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου. |
| 21 | κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα· |
| 22 | καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς⸃ εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. |
| 23 | τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατ’ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν⸃, |
| 24 | προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ⸃ Ἰσραήλ. |
| 25 | ὡς δὲ ἐπλήρου ⸀Ἰωάννης τὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ⸃ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ’ ἰδοὺ ἔρχεται μετ’ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. |
| 26 | Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη. |
| 27 | οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν, |
| 28 | καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν· |
| 29 | ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον. |
| 30 | ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· |
| 31 | ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦν εἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. |
| 32 | καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην |
| 33 | ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶν ἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ⸃· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. |
| 34 | ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά. |
| 35 | ⸀διότι καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν· |
| 36 | Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν, |
| 37 | ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν. |
| 38 | γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι |
| 39 | ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. |
| 40 | βλέπετε οὖν μὴ ⸀ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις· |
| 41 | Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ⸃ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργον ὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν. |
| 42 | Ἐξιόντων δὲ ⸀αὐτῶν ⸀παρεκάλουν εἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα. |
| 43 | λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖς ἔπειθον· αὐτοὺς ⸀προσμένειν τῇ χάριτι τοῦ θεοῦ. |
| 44 | Τῷ ⸀δὲ ἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου. |
| 45 | ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸ Παύλου ⸀λαλουμένοις ⸀βλασφημοῦντες. |
| 46 | παρρησιασάμενοί ⸀τε ὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴ ἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· |
| 47 | οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. |
| 48 | ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρον καὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου, καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· |
| 49 | διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου δι’ ὅλης τῆς χώρας. |
| 50 | οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκας τὰς εὐσχήμονας καὶ τοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν. |
| 51 | οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶν ἐπ’ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον, |
| 52 | οἵ ⸀τε μαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου. |